6.2.55
Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, οὐ τὸ ζῆν, εἶπεν, ἀλλὰ τὸ κακῶς ζῆν. πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, γελοῖον, ἔφη, εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δυνήσεται. ἀριστῶν ἐλάας, πλακοῦντος ἐπεισενεχθέντος, ῥίψας φησίν,
ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·
καὶ ἄλλοτε,
μάστιξεν δʼ ἐλάαν.
ἐρωτηθεὶς ποταπὸς εἴη κύων; ἔφη πεινῶν μὲν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδʼ ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων.
6.2.56
Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, πάντα, εἶπεν, ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δʼ οὐδέποτε. φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, ἄνθρωπε, εἶπεν, εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, ἦν ποτε χρόνος ἐκεῖνος ὅτʼ ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δʼ ἐγὼ νῦν, σὺ οὐδέποτε. καὶ πρὸς ἄλλον ἐπὶ τῷ αὐτῷ ὀνειδίσαντα, καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ.
6.2.57
Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἄνδρες Μύνδιοι, ἔφη, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη,
ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή.
Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, ἀλλὰ βούλομαι, ἔφη, ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, ἐπίδος καὶ ἡμῖν, ἔφη, τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, τὴν Ἀναξιμένους, ἔφη, διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.