6.2.56
Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, πάντα, εἶπεν, ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δʼ οὐδέποτε. φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, ἄνθρωπε, εἶπεν, εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, ἦν ποτε χρόνος ἐκεῖνος ὅτʼ ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δʼ ἐγὼ νῦν, σὺ οὐδέποτε. καὶ πρὸς ἄλλον ἐπὶ τῷ αὐτῷ ὀνειδίσαντα, καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ.
6.2.57
Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἄνδρες Μύνδιοι, ἔφη, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη,
ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή.
Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, ἀλλὰ βούλομαι, ἔφη, ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, ἐπίδος καὶ ἡμῖν, ἔφη, τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, τὴν Ἀναξιμένους, ἔφη, διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.
6.2.58
Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, ἐν ἀγορᾷ γάρ, ἔφη, καὶ ἐπείνησα. ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ· εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· τὸν δʼ ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. πρὸς τὸν εἰπόντα, οἱ πλείους σου καταγελῶσι, κἀκείνων τυχόν, εἶπεν, οἱ ὄνοι· ἀλλʼ οὔτʼ ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτʼ ἐγὼ ἐκείνων. θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, εὖγε, εἶπεν, ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις.