6.2.58
Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, ἐν ἀγορᾷ γάρ, ἔφη, καὶ ἐπείνησα. ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ· εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· τὸν δʼ ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. πρὸς τὸν εἰπόντα, οἱ πλείους σου καταγελῶσι, κἀκείνων τυχόν, εἶπεν, οἱ ὄνοι· ἀλλʼ οὔτʼ ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτʼ ἐγὼ ἐκείνων. θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, εὖγε, εἶπεν, ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις.
6.2.59
Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, χείρων ἐπανήξεις· τοῦ δʼ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, ἔφη, Χείρων μὲν οὔ, Εὐρυτίων δέ. δύσκολον ᾔτει· τοῦ δʼ εἰπόντος, ἐάν με πείσῃς· ἔφη, εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.
6.2.60
Ἐπανῄει ἀπʼ Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, πολὺς μέν, εἶπεν, ὁ ὄχλος, ὀλίγοι δʼ οἱ ἄνθρωποι. τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ ἄνθρωπος μὲν οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς φασὶ τοῦτον ἐπιγράψαι, ἀπὸ τῆς τῶν Ἑλλήνων ἀκρασίας. Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, ἐγώ εἰμι Ἀλέξανδρος ὁ μέγας βασιλεύς, κἀγώ, φησί, Διογένης ὁ κύων. ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων.