Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.57 Diog. Laert. 6.2.60 (English) >>Diog. Laert. 6.2.63

6.2.59

Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, χείρων ἐπανήξεις· τοῦ δʼ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, ἔφη, Χείρων μὲν οὔ, Εὐρυτίων δέ. δύσκολον ᾔτει· τοῦ δʼ εἰπόντος, ἐάν με πείσῃς· ἔφη, εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.

6.2.60

Ἐπανῄει ἀπʼ Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, πολὺς μέν, εἶπεν, ὄχλος, ὀλίγοι δʼ οἱ ἄνθρωποι. τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ ἄνθρωπος μὲν οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς φασὶ τοῦτον ἐπιγράψαι, ἀπὸ τῆς τῶν Ἑλλήνων ἀκρασίας. Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, ἐγώ εἰμι Ἀλέξανδρος μέγας βασιλεύς, κἀγώ, φησί, Διογένης κύων. ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων.

6.2.61

Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης, ἔφη.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.57 Diog. Laert. 6.2.60 (English) >>Diog. Laert. 6.2.63

Powered by PhiloLogic