Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.59 Diog. Laert. 6.2.62 (English) >>Diog. Laert. 6.2.65

6.2.61

Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης, ἔφη. 6.2.62 ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, τί τοῦτο; ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, πρόσεχε, ἔφη, μὴ τὸν πατέρα πλήξῃς.

Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρʼ ἐραστοῦ, μὲν μάχαιρα, ἔφη, καλή, δὲ λαβὴ αἰσχρά· ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, ἐμὲ δʼ οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, εἰ μὲν ἐχαρίσω, ἔχω· εἰ δʼ ἔχρησας, χρῶμαι. ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, ναί, ἔφη, διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμᾷ. 6.2.63 ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι. ἐρωτηθεὶς πόθεν εἴη, κοσμοπολίτης, ἔφη. θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε; ἔρανόν ποτʼ ἀπαιτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη,

τοὺς ἄλλους ἐράνιζʼ, ἀπὸ δʼ Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας· πράττειν γὰρ τι ἂν δόξῃ αὐταῖς. ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, κἀμέ, ἔφη, Σάραπιν ποιήσατε. πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, καὶ γὰρ ἥλιος, ἔφη, εἰς τοὺς ἀποπάτους, ἀλλʼ οὐ μιαίνεται.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.59 Diog. Laert. 6.2.62 (English) >>Diog. Laert. 6.2.65

Powered by PhiloLogic