6.2.64
Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μηδὲν δεῖν ῥυπαρὸν εἰσιέναι. πρὸς τὸν εἰπόντα, οὐδὲν εἰδὼς φιλοσοφεῖς, ἔφη, εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, τί οὖν, εἶπεν, ἐμοῦ χρῄζει; τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας· καὶ γὰρ ταύτην μήτʼ ἀκούειν μήτʼ αἰσθάνεσθαι. εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν· ἐρωτηθεὶς δὲ διὰ τί, τοῦτο, ἔφη, ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν.
6.2.65
Ἰδών ποτε νεανίσκον θηλυνόμενον, οὐκ αἰσχύνῃ, ἔφη, χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον οὐκ αἰσχύνῃ, ἔφη, τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; πρὸς τὸν εἰπόντα, ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, τί οὖν, ἔφη, ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, οὐκ αἰσχύνῃ, ἔφη, καταφρονῶν τούτου διʼ ὃν μέγα φρονεῖς; ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, οὐκ αἰσχύνῃ, ἔφη, ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;
6.2.66
Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, καὶ γὰρ ἐν κουρείῳ, φησί, κείρομαι. ὀνειδιζόμενος ὅτι παρʼ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,
οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα.
Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πλήξας αὐτὸν τῇ βακτηρίᾳ εἶπε, φύλαξαι. πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, note τί θέλεις, ἔφη, τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; πρὸς τὸν μυριζόμενον, βλέπε, εἶπε, μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. τοὺς μὲν οἰκέτας ἔφη τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.