Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.63 Diog. Laert. 6.2.66 (English) >>Diog. Laert. 6.2.69

6.2.65

Ἰδών ποτε νεανίσκον θηλυνόμενον, οὐκ αἰσχύνῃ, ἔφη, χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον οὐκ αἰσχύνῃ, ἔφη, τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; πρὸς τὸν εἰπόντα, ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, τί οὖν, ἔφη, ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, οὐκ αἰσχύνῃ, ἔφη, καταφρονῶν τούτου διʼ ὃν μέγα φρονεῖς; ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, οὐκ αἰσχύνῃ, ἔφη, ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;

6.2.66

Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, καὶ γὰρ ἐν κουρείῳ, φησί, κείρομαι. ὀνειδιζόμενος ὅτι παρʼ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,

οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πλήξας αὐτὸν τῇ βακτηρίᾳ εἶπε, φύλαξαι. πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, note τί θέλεις, ἔφη, τυχεῖν, ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; πρὸς τὸν μυριζόμενον, βλέπε, εἶπε, μὴ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. τοὺς μὲν οἰκέτας ἔφη τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.

6.2.67

Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, ὅτι, φησί, τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ἐξετάζων. ἄσωτον ᾔτει μνᾶν· πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, ὅτι, εἶπε, παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι. ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, κἀκεῖνος, εἶπεν, αἰτεῖ, ἀλλʼ

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι. ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, ἵνα μὴ πληγῶ τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.2.63 Diog. Laert. 6.2.66 (English) >>Diog. Laert. 6.2.69

Powered by PhiloLogic