6.2.68
Ἐρωτηθεὶς εἰ κακὸν note ὁ θάνατος, πῶς, εἶπε, κακός, οὗ παρόντος οὐκ αἰσθανόμεθα; πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, οὐ φοβῇ με; τί γάρ, εἶπεν, εἶ; ἀγαθὸν ἢ κακόν; τοῦ δὲ εἰπόντος, ἀγαθόν, τίς οὖν, εἶπε, τὸ ἀγαθὸν φοβεῖται; τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν, τοῖς δὲ πένησι πλοῦτον, τοῖς δὲ πλουσίοις κόσμον εἶναι. πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, ὅρα, φησί, μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς. εἰπόντος τινὸς ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, καὶ τί δεῖ πράττειν, ἔφη, εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρῆσθαι;
6.2.69
Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, παρρησία. εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, σὺν θεοῖς, ἔφη, διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. καὶ τοιούτους τινὰς ἠρώτα λόγους· εἰ τὸ ἀριστᾶν μηδέν ἐστιν ἄτοπον, οὐδʼ ἐν ἀγορᾷ ἐστιν ἄτοπον· οὐκ ἔστι δʼ ἄτοπον τὸ ἀριστᾶν· οὐδʼ ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. χειρουργῶν τʼ ἐν τῷ μέσῳ συνεχές, εἴθε ἦν, ἔλεγε, καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι· ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.