6.2.78
Ἔνθα καὶ στάσις, ὥς φασιν, ἐγένετο τῶν γνωρίμων, τίνες αὐτὸν θάψουσιν· ἀλλὰ καὶ μέχρι χειρῶν ἦλθον. ἀφικομένων δὲ τῶν πατέρων καὶ τῶν ὑπερεχόντων, ὑπὸ τούτοις ταφῆναι τὸν ἄνδρα παρὰ τῇ πύλῃ τῇ φερούσῃ εἰς τὸν Ἰσθμόν. ἐπέστησάν τʼ αὐτῷ κίονα καὶ ἐπʼ αὐτῷ λίθου Παρίου κύνα. ὕστερον δὲ καὶ οἱ πολῖται αὐτοῦ χαλκαῖς εἰκόσιν ἐτίμησαν αὐτὸν καὶ ἐπέγραψαν οὕτω·
γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·
μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας θνατοῖς καὶ ζωᾶς οἶμον ἐλαφροτάταν.
6.2.79
Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ·
α. Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος. Δ. ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.
Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν καὶ ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι· οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν, ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.
Δημήτριος δʼ ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δʼ ἐν Κορίνθῳ τελευτῆσαι. ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.
6.2.80
Φέρεται δʼ αὐτοῦ βιβλία τάδε· διάλογοι· Κεφαλίων.
Ἰχθύας.
Κολοιός.
Πόρδαλος.
Δῆμος Ἀθηναίων.
Πολιτεία.
Τέχνη ἠθική.
Περὶ πλούτου.
Ἐρωτικός.
Θεόδωρος.
Ὑψίας.
Ἀρίσταρχος.
Περὶ θανάτου.
Ἐπιστολαί.
Τραγῳδίαι ἑπτά·
Ἑλένη.
Θυέστης.
Ἡρακλῆς.
Ἀχιλλεύς.
Μήδεια.
Χρύσιππος.
Οἰδίπους.
Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων οὐδὲν εἶναι Διογένους φασί· τά τε τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους. Σωτίων δʼ ἐν τῷ ἑβδόμῳ ταῦτα μόνα φησὶ Διογένους εἶναι, Περὶ ἀρετῆς, Περὶ ἀγαθοῦ, Ἐρωτικόν, Πτωχόν, Τολμαῖον, Πόρδαλον, Κάσανδρον, Κεφαλίωνα, Φιλίσκον, Ἀρίσταρχον, Σίσυφον, Γανυμήδην, Χρείας, Ἐπιστολάς.