6.2.80
Φέρεται δʼ αὐτοῦ βιβλία τάδε· διάλογοι· Κεφαλίων.
Ἰχθύας.
Κολοιός.
Πόρδαλος.
Δῆμος Ἀθηναίων.
Πολιτεία.
Τέχνη ἠθική.
Περὶ πλούτου.
Ἐρωτικός.
Θεόδωρος.
Ὑψίας.
Ἀρίσταρχος.
Περὶ θανάτου.
Ἐπιστολαί.
Τραγῳδίαι ἑπτά·
Ἑλένη.
Θυέστης.
Ἡρακλῆς.
Ἀχιλλεύς.
Μήδεια.
Χρύσιππος.
Οἰδίπους.
Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων οὐδὲν εἶναι Διογένους φασί· τά τε τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους. Σωτίων δʼ ἐν τῷ ἑβδόμῳ ταῦτα μόνα φησὶ Διογένους εἶναι, Περὶ ἀρετῆς, Περὶ ἀγαθοῦ, Ἐρωτικόν, Πτωχόν, Τολμαῖον, Πόρδαλον, Κάσανδρον, Κεφαλίωνα, Φιλίσκον, Ἀρίσταρχον, Σίσυφον, Γανυμήδην, Χρείας, Ἐπιστολάς.
6.2.81
Γεγόνασι δὲ Διογένεις πέντε· πρῶτος Ἀπολλωνιάτης, φυσικός· ἀρχὴ δʼ αὐτῷ τοῦ συγγράμματος ἥδε· Λόγου παντὸς ἀρχόμενον δοκέει μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι. δεύτερος Σικυώνιος, ὁ γράψας τὰ περὶ Πελοπόννησον· τρίτος αὐτὸς οὗτος· τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος διὰ τὴν γειτονίαν· πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ.
Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.
6.3Κεφ. γʹ. ΜΟΝΙΜΟΣ
6.3.82
Μόνιμος Συρακόσιος μαθητὴς μὲν Διογένους, οἰκέτης δέ τινος τραπεζίτου Κορινθίου, καθά φησι Σωσικράτης. πρὸς τοῦτον συνεχὲς ἀφικνούμενος ὁ Ξενιάδης ὁ τὸν Διογένην ἐωνημένος τὴν ἀρετὴν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων διηγούμενος εἰς ἔρωτα τἀνδρὸς ἐνέβαλε τὸν Μόνιμον. αὐτίκα γὰρ ἐκεῖνος μανίαν προσποιηθεὶς τό τε κέρμα διερρίπτει καὶ πᾶν τὸ ἐπὶ τῆς τραπέζης ἀργύριον, ἕως αὐτὸν ὁ δεσπότης παρῃτήσατο· καὶ ὃς εὐθέως Διογένους ἦν. παρηκολούθησε δὲ καὶ Κράτητι τῷ κυνικῷ συχνὰ καὶ τῶν ὁμοίων εἴχετο, ὅτε καὶ μᾶλλον ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι.