Ἐγένετο δʼ ἀνὴρ ἐλλόγιμος, ὡς καὶ Μένανδρον αὐτοῦ τὸν κωμικὸν μεμνῆσθαι. ἔν τινι γοῦν τῶν δραμάτων ἐν τῷ Ἱπποκόμῳ εἶπεν οὕτως· Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος μικρῷ δʼ. α. ὁ τὴν πήραν ἔχων; β. πήρας μὲν οὖν τρεῖς· ἀλλʼ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατʼ οὐδὲν ἐμφερές, μὰ τὸν Δία, τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις τούτοις, ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν· τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
οὗτος μὲν ἐμβριθέστατος ἐγένετο, ὥστε δόξης μὲν καταφρονεῖν, πρὸς δʼ ἀλήθειαν παρορμᾶν.
Γέγραφε δὲ παίγνια σπουδῇ λεληθυίᾳ μεμιγμένα καὶ Περὶ ὁρμῶν δύο καὶ Προτρεπτικόν.