Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.3.83 Diog. Laert. 6.5.85 (English) >>Diog. Laert. 6.5.88

6.4.84

Ὀνησίκριτος· τοῦτον οἱ μὲν Αἰγινήτην, Δημήτριος δʼ Μάγνης Ἀστυπαλαιᾶ φησιν εἶναι. καὶ οὗτος τῶν ἐλλογίμων Διογένους μαθητῶν. ἔοικε δέ τι ὅμοιον πεπονθέναι πρὸς Ξενοφῶντα. ἐκεῖνος μὲν γὰρ Κύρῳ συνεστράτευσεν, οὗτος δὲ Ἀλεξάνδρῳ· κἀκεῖνος μὲν Παιδείαν Κύρου, δὲ πῶς Ἀλέξανδρος ἤχθη γέγραφε· καὶ μὲν ἐγκώμιον Κύρου, δὲ Ἀλεξάνδρου πεποίηκε. καὶ τῇ ἑρμηνείᾳ δὲ παραπλήσιος, πλὴν ὅτι ὡς ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει.

Γέγονε καὶ Μένανδρος Διογένους μαθητής, ἐπικαλούμενος Δρυμός, θαυμαστὴς Ὁμήρου, καὶ Ἡγησίας Σινωπεὺς Κλοιὸς ἐπίκλην, καὶ Φιλίσκος Αἰγινήτης, ὡς προειρήκαμεν.

6.5Κεφ. εʹ. ΚΡΑΤΗΣ 6.5.85

Κράτης Ἀσκώνδου Θηβαῖος. καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. τούτου Παίγνια φέρεται τάδε·

Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ, καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν· ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους, ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

6.5.86

Ἔστι καὶ ἐφημερὶς θρυλουμένη οὕτως ἔχουσα·

τίθει μαγείρῳ μνᾶς δέκʼ, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε·

ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν

σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο

θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

φέρεται δʼ αὐτοῦ κἀκεῖνο·

ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος· ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 6.3.83 Diog. Laert. 6.5.85 (English) >>Diog. Laert. 6.5.88

Powered by PhiloLogic