6.5.89 τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, φυγὰς <γὰρ> καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς δὲ τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι.
Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου.
Χάριεν δʼ αὐτοῦ Φαβωρῖνος ἐν δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. φησὶ γάρ· παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα; ἔλεγέ τʼ ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλʼ ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, Νικόδρομος ἐποίει.
6.5.90 τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας.
Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον. δῆλον οὖν ὡς ὕδωρ ἔπινεν. ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον· ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς - οἱ δέ, ἐν Κορίνθῳ ὑπʼ Εὐθυκράτους - καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν,
ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.
6.5.91
Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, ἔνδον Ἀσκληπιάδης. ἐφʼ ᾧ δυσχεράναντα τὸν Μενέδημον ἕλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν.
Ζήνων δʼ αὖ ὁ Κιτιεὺς ἐν ταῖς Χρείαις καὶ κώδιον αὐτόν φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, θάρρει, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος·