Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.100 Diog. Laert. 7.1.103 (English) >>Diog. Laert. 7.1.106

7.1.102

Ἀγαθὰ μὲν οὖν τάς τʼ ἀρετάς, φρόνησιν, δικαιοσύνην, ἀνδρείαν, σωφροσύνην καὶ τὰ λοιπά· κακὰ δὲ τὰ ἐναντία, ἀφροσύνην, ἀδικίαν καὶ τὰ λοιπά. οὐδέτερα δὲ ὅσα μήτʼ ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια, καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ Περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτʼ ἀγαθά, ἀλλʼ ἀδιάφορα κατʼ εἶδος προηγμένα. 7.1.103 ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν· οὐ μᾶλλον δʼ ὠφελεῖ βλάπτει πλοῦτος καὶ ὑγίεια· οὐκ ἄρʼ ἀγαθὸν οὔτε πλοῦτος οὔθʼ ὑγίεια. ἔτι τέ φασιν, ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτʼ οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρʼ ἀγαθὸν πλοῦτος καὶ ὑγίεια. Ποσειδώνιος μέντοι καὶ ταῦτά φησι τῶν ἀγαθῶν εἶναι. ἀλλʼ οὐδὲ τὴν ἡδονὴν ἀγαθόν φασιν Ἑκάτων τʼ ἐν τῷ ἐνάτῳ Περὶ ἀγαθῶν καὶ Χρύσιππος ἐν τοῖς Περὶ ἡδονῆς· εἶναι γὰρ καὶ αἰσχρὰς ἡδονάς, μηδὲν δʼ αἰσχρὸν εἶναι ἀγαθόν. 7.1.104 ὠφελεῖν δέ ἐστι κινεῖν ἴσχειν κατʼ ἀρετήν, βλάπτειν δὲ κινεῖν ἴσχειν κατὰ κακίαν.

Διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχὺς καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων εὐδαιμονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιμονικῆς οὔσης κακοδαιμονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ μήθʼ ὁρμῆς μήτʼ ἀφορμῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας περιττάς, ἐκτεῖναι τὸν δάκτυλον συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθʼ οὕτω λεγομένων· ὁρμῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆς κινητικά.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.100 Diog. Laert. 7.1.103 (English) >>Diog. Laert. 7.1.106

Powered by PhiloLogic