Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.132 Diog. Laert. 7.1.135 (English) >>Diog. Laert. 7.1.137

7.1.134

Δοκεῖ δʼ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν τὴν ὕλην, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον τὸν θεόν· τοῦτον γὰρ ἀΐδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο Ζήνων μὲν Κιτιεὺς ἐν τῷ Περὶ οὐσίας, Κλεάνθης δʼ ἐν τῷ Περὶ τῶν ἀτόμων, Χρύσιππος δʼ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν πρὸς τῷ τέλει, Ἀρχέδημος δʼ ἐν τῷ Περὶ στοιχείων καὶ Ποσειδώνιος ἐν τῷ δευτέρῳ τοῦ Φυσικοῦ λόγου. διαφέρειν δέ φασιν ἀρχὰς καὶ στοιχεῖα· τὰς μὲν γὰρ εἶναι ἀγενήτους <καὶ> ἀφθάρτους, τὰ δὲ στοιχεῖα κατὰ τὴν ἐκπύρωσιν φθείρεσθαι. ἀλλὰ καὶ ἀσωμάτους note εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι.

7.1.135

Σῶμα δʼ ἐστίν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ, τὸ τριχῆ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος· τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δʼ ἐστὶ σώματος πέρας τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δʼ οὔ· ταύτην δὲ Ποσειδώνιος ἐν τρίτῳ Περὶ μετεώρων καὶ κατʼ ἐπίνοιαν καὶ καθʼ ὑπόστασιν ἀπολείπει. γραμμὴ δʼ ἐστὶν ἐπιφανείας πέρας μῆκος ἀπλατὲς τὸ μῆκος μόνον ἔχον. στιγμὴ δʼ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον. Ἕν τʼ εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ Δία· πολλάς τʼ ἑτέρας ὀνομασίας προσονομάζεσθαι. note



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.132 Diog. Laert. 7.1.135 (English) >>Diog. Laert. 7.1.137

Powered by PhiloLogic