Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.13 Diog. Laert. 7.1.15 (English) >>Diog. Laert. 7.1.17

7.1.14 ἐξέκλινε δέ, φησί, καὶ τὸ πολυδημῶδες, ὡς ἐπʼ ἄκρου καθίζεσθαι τοῦ βάθρου, κερδαίνοντα τὸ γοῦν ἕτερον μέρος τῆς ἐνοχλήσεως. οὐ μὴν οὐδὲ μετὰ πλειόνων δύο τριῶν περιεπάτει. ἐνίοτε note δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺς περιισταμένους, <ὥστε δεδιότας> τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθης ἐν τῷ Περὶ χαλκοῦ· πλειόνων τε περιστάντων αὐτόν, δείξας ἐν τῇ στοᾷ κατʼ ἄκρου τὸ ξύλινον περιφερὲς τοῦ βωμοῦ ἔφη, τοῦτό ποτʼ ἐν μέσῳ ἔκειτο, διὰ δὲ τὸ ἐμποδίζειν ἰδίᾳ ἐτέθη· καὶ ὑμεῖς οὖν ἐκ τοῦ μέσου βαστάσαντες αὑτοὺς ἧττον ἡμῖν ἐνοχλήσετε.

Δημοχάρους δὲ τοῦ Λάχητος ἀσπαζομένου αὐτὸν καὶ φάσκοντος λέγειν καὶ γράφειν ὧν ἂν χρείαν ἔχῃ πρὸς Ἀντίγονον, ὡς ἐκείνου πάντα παρέξοντος, ἀκούσας οὐκέτʼ αὐτῷ συνδιέτριψε. 7.1.15 λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον, οἷον εἴη θέατρον ἀπολωλεκώς· ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ᾔτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφήν. ἐρωτηθεὶς δὲ διὰ τί θαυμάζει αὐτόν, ὅτι, ἔφη, πολλῶν καὶ μεγάλων αὐτῷ διδομένων ὑπʼ ἐμοῦ οὐδέποτʼ ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη.

Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος· ὅθεν καὶ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω·

καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ πάντων ἱμείρουσαν· δʼ ἔρρει γυργαθὸς αὐτῆς σμικρὸς ἐών· νοῦν δʼ εἶχεν ἐλάσσονα κινδαψοῖο.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.13 Diog. Laert. 7.1.15 (English) >>Diog. Laert. 7.1.17

Powered by PhiloLogic