Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.152 Diog. Laert. 7.1.154 (English) >>Diog. Laert. 7.1.157

7.1.153 σέλας δὲ πυρὸς ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος. ὑετὸν δʼ ἐκ νέφους μεταβολὴν εἰς ὕδωρ, ἐπειδὰν ἐκ γῆς ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφʼ ἡλίου μὴ τυγχάνῃ κατεργασίας· καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. χάλαζαν δὲ νέφος πεπηγός, ὑπὸ πνεύματος διαθρυφθέν· χιόνα δʼ ὑγρὸν ἐκ νέφους πεπηγότος, ὡς Ποσειδώνιος ἐν τῷ ὀγδόῳ τοῦ Φυσικοῦ λόγου· ἀστραπὴν δʼ ἔξαψιν νεφῶν παρατριβομένων ῥηγνυμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ Περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεως ῥήξεως· 7.1.154 κεραυνὸν δʼ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ῥηγνυμένων ὑπὸ πνεύματος. οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη πνεῦμα καπνῶδες ἐρρωγότος νέφους· πρηστῆρα <δὲ< νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος. <σεισμοὺς δὲ γίνεσθαι ῥυέντος πνεύματος< εἰς τὰ κοιλώματα τῆς γῆς καθειρχθέντος πνεύματος ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ ὀγδόῃ· εἶναι δʼ αὐτῶν τοὺς μὲν σεισματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας.

7.1.155

Ἀρέσκει δʼ αὐτοῖς καὶ τὴν διακόσμησιν ὧδε ἔχειν· μέσην τὴν γῆν κέντρου λόγον ἐπέχουσαν, μεθʼ ἣν τὸ ὕδωρ σφαιροειδές, ἔχον τὸ αὐτὸ κέντρον τῇ γῇ, ὥστε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δʼ ἀέρα ἐσφαιρωμένον. κύκλους δʼ εἶναι ἐν τῷ οὐρανῷ πέντε, ὧν πρῶτον ἀρκτικὸν ἀεὶ φαινόμενον, δεύτερον τροπικὸν θερινόν, τρίτον ἰσημερινόν, τέταρτον χειμερινὸν τροπικόν, πέμπτον ἀνταρκτικὸν ἀφανῆ. λέγονται δὲ παράλληλοι καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. δὲ ζωδιακὸς λοξός ἐστιν, ὡς ἐπιὼν τοὺς παραλλήλους.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.152 Diog. Laert. 7.1.154 (English) >>Diog. Laert. 7.1.157

Powered by PhiloLogic