Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.158 Diog. Laert. 7.1.160 (English) >>Diog. Laert. 7.2.162

7.1.159 εἶναι δʼ αὐτὸ Χρύσιππός φησιν ἐν τῇ δευτέρᾳ τῶν Φυσικῶν πνεῦμα κατὰ τὴν οὐσίαν, ὡς δῆλον ἐκ τῶν εἰς τὴν γῆν καταβαλλομένων σπερμάτων, παλαιωθέντα οὐκέτι φύεται, ὡς δῆλον διαπεπνευκυίας αὐτοῖς τῆς δυνάμεως. καὶ ἀφʼ ὅλων δὲ τῶν σωμάτων αὐτό φασι καταφέρεσθαι οἱ περὶ τὸν Σφαῖρον· πάντων γοῦν γεννητικὸν εἶναι τῶν τοῦ σώματος μερῶν. τὸ δὲ τῆς θηλείας ἄγονον ἀποφαίνονται· ἄτονόν τε γὰρ εἶναι καὶ ὀλίγον καὶ ὑδατῶδες, ὡς Σφαῖρός φησιν. ἡγεμονικὸν δʼ εἶναι τὸ κυριώτατον τῆς ψυχῆς, ἐν αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται καὶ ὅθεν λόγος ἀναπέμπεται· ὅπερ εἶναι ἐν καρδίᾳ.

7.1.160

Ταῦτα μὲν καὶ τὰ φυσικὰ τὸ ὅσον ἡμῖν ἀποχρώντως ἔχειν δοκεῖ, στοχαζομένοις τῆς συμμετρίας τοῦ συγγράμματος. δέ τινες ἐξ αὐτῶν διηνέχθησαν, ἔστι τάδε.

7.2Κεφ. βʹ. ΑΡΙΣΤΩΝ

Ἀρίστων Χῖος Φάλανθος, ἐπικαλούμενος Σειρήν, τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας μηδʼ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλʼ ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρινεῖται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δʼ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.158 Diog. Laert. 7.1.160 (English) >>Diog. Laert. 7.2.162

Powered by PhiloLogic