Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.16 Diog. Laert. 7.1.18 (English) >>Diog. Laert. 7.1.20

7.1.17 ὀχέτιον γάρ τι ὀκνηρῶς αὐτοῦ ὑπερβαίνοντος, δικαίως, εἶπεν, ὑφορᾷ τὸν πηλόν· οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασθαι. ὡς δὲ Κυνικός τις οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύθῳ, προσῄτησεν αὐτόν, οὐκ ἔφη δώσειν· ἀπελθόντα note μέντοι ἐκέλευσε σκέψασθαι ὁπότερος εἴη ἀναιδέστερος. ἐρωτικῶς δὲ διακείμενος Χρεμωνίδου, παρακαθιζόντων αὐτοῦ τε καὶ Κλεάνθους, ἀνέστη· θαυμάζοντος δὲ τοῦ Κλεάνθους ἔφη καὶ τῶν ἰατρῶν ἀκούω τῶν ἀγαθῶν, κράτιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν. δυοῖν δʼ ὑπανακειμένοιν note ἐν πότῳ καὶ τοῦ ὑπʼ αὐτὸν τὸν ὑφʼ ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι. ἐπιστραφέντος δέ, τί οὖν <ἔφη> οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ; 7.1.18 πρὸς δὲ τὸν φιλόπαιδα οὔτε τοὺς διδασκάλους ἔφη φρένας ἔχειν, ἀεὶ διατρίβοντας ἐν παιδαρίοις, οὔτʼ ἐκείνους. ἔφασκε δὲ τοὺς μὲν τῶν ἀσολοίκων λόγους καὶ ἀπηρτισμένους ὁμοίους εἶναι τῷ ἀργυρίῳ τῷ Ἀλεξανδρίνῳ· εὐοφθάλμους μὲν καὶ περιγεγραμμένους καθὰ καὶ τὸ νόμισμα, οὐδὲν δὲ διὰ ταῦτα βελτίονας. τοὺς δὲ τοὐναντίον ἀφωμοίου τοῖς Ἀττικοῖς τετραδράχμοις εἰκῆ μὲν κεκομμένοις καὶ σολοίκως, καθέλκειν μέντοι πολλάκις τὰς κεκαλλιγραφημένας λέξεις. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως, ἀδύνατον, εἰπεῖν, εἰ μή σε πατὴρ μεθύων ἐγέννησεν· ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.16 Diog. Laert. 7.1.18 (English) >>Diog. Laert. 7.1.20

Powered by PhiloLogic