Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.29 Diog. Laert. 7.1.31 (English) >>Diog. Laert. 7.1.33

7.1.30

καὶ ἄλλο Ζηνόδοτος στωικός, Διογένους μαθητής·

ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·

ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας·

εἰ δὲ πάτρα Φοίνισσα, τίς φθόνος; οὐ καὶ Κάδμος

κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;

καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ἐπιγραμματοποιός φησιν οὕτως· στωικῶν μύθων εἰδήμονες, πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,

τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.

σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

7.1.31

Εἴπομεν ὡς ἐτελεύτα Ζήνων καὶ ἡμεῖς ἐν τῇ Παμμέτρῳ τοῦτον τὸν τρόπον·

τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·

οἱ δʼ, ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γαῖαν ἀλοίσας ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;

ἔνιοι γὰρ καὶ τοῦτον τὸν τρόπον τελευτῆσαί φασιν αὐτόν.

Καὶ περὶ μὲν τῆς τελευτῆς ταῦτα.

Φησὶ δὲ Δημήτριος Μάγνης ἐν τοῖς Ὁμωνύμοις τὸν πατέρα αὐτοῦ Μνασέαν πολλάκις ἅτʼ ἔμπορον Ἀθήναζε παραγίνεσθαι καὶ πολλὰ τῶν Σωκρατικῶν βιβλίων ἀποφέρειν ἔτι παιδὶ ὄντι τῷ Ζήνωνι·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.29 Diog. Laert. 7.1.31 (English) >>Diog. Laert. 7.1.33

Powered by PhiloLogic