Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.34 Diog. Laert. 7.1.37 (English) >>Diog. Laert. 7.1.40

7.1.36

Μαθηταὶ δὲ Ζήνωνος πολλοὶ μέν, ἔνδοξοι δὲ Περσαῖος Δημητρίου Κιτιεύς, ὃν οἱ μὲν γνώριμον αὐτοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρʼ Ἀντιγόνου, οὗ καὶ τροφεὺς ἦν τοῦ παιδὸς Ἁλκυονέως. διάπειραν δέ ποτε βουληθεὶς λαβεῖν αὐτοῦ Ἀντίγονος ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελθῆναι ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃρημένα· καὶ σκυθρωπάσαντος, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν πλοῦτος ἀδιάφορον;

Βιβλία δὲ αὐτοῦ φέρεται τάδε·

Περὶ βασιλείας.

Πολιτεία Λακωνική.

Περὶ γάμου.

Περὶ ἀσεβείας.

Θυέστης.

Περὶ ἐρώτων.

Προτρεπτικοί.

Διατριβῶν.

Χρειῶν δʼ

Ἀπομνημονεύματα.

Πρὸς τοὺς Πλάτωνος νόμους ζʹ.

7.1.37

Ἀρίστων Μιλτιάδου Χῖος, τὴν ἀδιαφορίαν εἰσηγησάμενος. Ἥριλλος Καρχηδόνιος, τὴν ἐπιστήμην τέλος εἰπών. Διονύσιος μεταθέμενος εἰς τὴν ἡδονήν· διὰ γὰρ σφοδρὰν ὀφθαλμίαν ὤκνησεν ἔτι λέγειν τὸν πόνον ἀδιάφορον· οὗτος ἦν Ἡρακλεώτης. Σφαῖρος Βοσποριανός· Κλεάνθης Φανίου Ἄσσιος, διαδεξάμενος τὴν σχολήν· ὃν καὶ ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. διήκουσε δʼ Σφαῖρος καὶ Κλεάνθους μετὰ τὴν Ζήνωνος τελευτήν· καὶ λέξομεν περὶ αὐτοῦ ἐν τῷ Περὶ Κλεάνθους. 7.1.38 ἦσαν δὲ Ζήνωνος μαθηταὶ καὶ οἵδε, καθά φησιν Ἱππόβοτος· Φιλωνίδης Θηβαῖος, Κάλλιππος Κορίνθιος, Ποσειδώνιος Ἀλεξανδρεύς, Ἀθηνόδωρος Σολεύς, Ζήνων Σιδώνιος.

Κοινῇ δὲ περὶ πάντων τῶν στωικῶν δογμάτων ἔδοξέ μοι ἐν τῷ Ζήνωνος εἰπεῖν βίῳ, διὰ τὸ τοῦτον κτίστην γενέσθαι τῆς αἱρέσεως. ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ προγεγραμμένα βιβλία πολλά, ἐν οἷς ἐλάλησεν ὡς οὐδεὶς τῶν στωικῶν. τὰ δὲ δόγματα κοινῶς ἐστι τάδε· λελέχθω δʼ ἐπὶ κεφαλαίων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν εἰώθαμεν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.34 Diog. Laert. 7.1.37 (English) >>Diog. Laert. 7.1.40

Powered by PhiloLogic