Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.66 Diog. Laert. 7.1.69 (English) >>Diog. Laert. 7.1.71

7.1.68

Ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, εἰ λέγοι τις, ἀποροίη ἄν·

ἆρʼ ἔστι συγγενές τι λύπη καὶ βίος;

οὔτε δʼ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἀληθῶν ψευδῶν ὄντων.

Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δʼ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ Ἀντίπατρον καὶ Κρῖνιν. ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου ἐξ ἀξιωμάτων, οἷον τὸ ἡμέρα ἐστίν· οὐχ ἁπλᾶ δʼ ἐστὶ τὰ συνεστῶτʼ ἐξ ἀξιώματος διαφορουμένου ἐξ ἀξιωμάτων

7.1.69

ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, <ἡμέρα ἐστίνἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι.

Ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον, ἐν δὲ τοῖς οὐχ ἁπλοῖς <ἀξιώμασι> τὸ συνημμένον καὶ τὸ παρασυνημμένον καὶ τὸ συμπεπλεγμένον καὶ τὸ διεζευγμένον καὶ τὸ αἰτιῶδες καὶ τὸ διασαφοῦν τὸ μᾶλλον καὶ τὸ ἧττον. · · καὶ ἀποφατικὸν μὲν οἷον οὐχὶ ἡμέρα ἐστίν. εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δʼ ἐστὶν ἀποφατικὸν ἀποφατικοῦ, οἷον οὐχὶ ἡμέρα οὐκ ἔστι· τίθησι δὲ τὸ ἡμέρα ἐστίν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.66 Diog. Laert. 7.1.69 (English) >>Diog. Laert. 7.1.71

Powered by PhiloLogic