7.1.70
Ἀρνητικὸν δέ ἐστι τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ· στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν, οἷον ἀφιλάνθρωπός ἐστιν οὗτος· κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος, οἷον Δίων περιπατεῖ· καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ· ἀόριστον δέ ἐστι τὸ συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων καὶ κατηγορήματος, οἷον τὶς περιπατεῖ, ἐκεῖνος κινεῖται.
7.1.71
Τῶν δʼ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς Διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ Διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. παρασυνημμένον δέ ἐστιν, ὡς ὁ Κρῖνίς φησιν ἐν τῇ Διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὃ ὑπὸ τοῦ ἐπεί συνδέσμου παρασυνῆπται ἀρχόμενον ἀπʼ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστιν. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι.
7.1.72 συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι. διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ ἤτοι διαζευκτικοῦ συνδέσμου διέζευκται, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστιν· οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ <ἢ> μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι.