Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.80 Diog. Laert. 7.1.82 (English) >>Diog. Laert. 7.1.84

7.1.81 τέταρτος δέ ἐστιν ἀναπόδεικτος διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον ἤτοι τὸ πρῶτον τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένων καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον ἤτοι ἡμέρα ἐστὶν νύξ ἐστιν· οὐχὶ δὲ νύξ ἐστιν· ἡμέρα ἄρα ἐστίν.

Ἐπʼ ἀληθεῖ δʼ ἀληθὲς ἕπεται κατὰ τοὺς Στωικούς, ὡς τῷ ἡμέρα ἐστὶ τὸ φῶς ἐστι· καὶ ψεύδει ψεῦδος, ὡς τῷ νύξ ἐστι ψεύδει τὸ σκότος ἐστί· καὶ ψεύδει ἀληθές, ὡς τῷ ἵπτασθαι τὴν γῆν τὸ εἶναι τὴν γῆν. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ εἶναι τὴν γῆν τὸ πέτεσθαι τὴν γῆν οὐκ ἀκολουθεῖ.

7.1.82

Καὶ ἄποροι δέ τινές εἰσι λόγοι ἐγκεκαλυμμένοι καὶ διαλεληθότες καὶ σωρῖται καὶ κερατίναι καὶ οὔτιδες. ἔστι δὲ ἐγκεκαλυμμένος, οἷον τοιοῦτος · · οὐχὶ τὰ μὲν δύο ὀλίγα ἐστίν, οὐχὶ δὲ καὶ τὰ τρία, οὐχὶ δὲ καὶ ταῦτα μέν, οὐχὶ δὲ καὶ τὰ τέσσαρα καὶ οὕτω μέχρι τῶν δέκα· τὰ δὲ δύο ὀλίγα ἐστί· καὶ τὰ δέκα ἄρα. · · οὔτις δέ ἐστι λόγος συνακτικὸς ἐξ ἀορίστου καὶ ὡρισμένου συνεστώς, πρόσληψιν δὲ καὶ ἐπιφορὰν ἔχων, οἷον εἴ τίς ἐστιν ἐνταῦθα, οὐκ ἔστιν ἐκεῖνος ἐν Ῥόδῳ <ἀλλὰ μήν ἐστί τις ἐνταῦθα· οὐκ ἄρα τίς ἐστιν ἐν Ῥόδῳ>. · ·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.80 Diog. Laert. 7.1.82 (English) >>Diog. Laert. 7.1.84

Powered by PhiloLogic