Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.87 Diog. Laert. 7.1.90 (English) >>Diog. Laert. 7.1.93

7.1.89

Φύσιν δὲ Χρύσιππος μὲν ἐξακούει, ἀκολούθως δεῖ ζῆν, τήν τε κοινὴν καὶ ἰδίως τὴν ἀνθρωπίνην· δὲ Κλεάνθης τὴν κοινὴν μόνην ἐκδέχεται φύσιν, ἀκολουθεῖν δεῖ, οὐκέτι δὲ καὶ τὴν ἐπὶ μέρους.

Τήν τʼ ἀρετὴν διάθεσιν εἶναι ὁμολογουμένην· καὶ αὐτὴν διʼ αὑτὴν εἶναι αἱρετήν, οὐ διά τινα φόβον ἐλπίδα τι τῶν ἔξωθεν· ἐν αὐτῇ τʼ εἶναι τὴν εὐδαιμονίαν, ἅτʼ οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς τοῦ βίου. διαστρέφεσθαι δὲ τὸ λογικὸν ζῷον, ποτὲ μὲν διὰ τὰς τῶν ἔξωθεν πραγματειῶν πιθανότητας, ποτὲ δὲ διὰ τὴν κατήχησιν τῶν συνόντων· ἐπεὶ φύσις ἀφορμὰς δίδωσιν ἀδιαστρόφους.

7.1.90

Ἀρετὴ δʼ μέν τις κοινῶς παντὶ τελείωσις, ὥσπερ ἀνδριάντος· καὶ ἀθεώρητος, ὥσπερ ὑγίεια· καὶ θεωρηματική, ὡς φρόνησις. φησὶ γὰρ Ἑκάτων ἐν τῷ πρώτῳ Περὶ ἀρετῶν ἐπιστημονικὰς μὲν εἶναι καὶ θεωρηματικὰς τὰς ἐχούσας τὴν σύστασιν ἐκ θεωρημάτων, ὡς φρόνησιν καὶ δικαιοσύνην· ἀθεωρήτους δὲ τὰς κατὰ παρέκτασιν θεωρουμένας ταῖς ἐκ τῶν θεωρημάτων συνεστηκυίαις, καθάπερ ὑγίειαν καὶ ἰσχύν. τῇ γὰρ σωφροσύνῃ τεθεωρημένῃ ὑπαρχούσῃ συμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεσθαι τὴν ὑγίειαν, καθάπερ τῇ ψαλίδος οἰκοδομίᾳ τὴν ἰσχὺν ἐπιγίνεσθαι. 7.1.91 καλοῦνται δʼ ἀθεώρητοι ὅτι μὴ ἔχουσι συγκαταθέσεις, ἀλλʼ ἐπιγίνονται καὶ περὶ φαύλους γίγνονται, ὡς ὑγίεια, ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν φησιν Ποσειδώνιος ἐν τῷ πρώτῳ τοῦ Ἠθικοῦ λόγου τὸ γενέσθαι ἐν προκοπῇ τοὺς περὶ Σωκράτην καὶ Διογένην καὶ Ἀντισθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖσθαι τῇ ἀρετῇ. διδακτήν τʼ εἶναι αὐτήν, λέγω δὲ τὴν ἀρετήν, καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ τέλους φησὶ καὶ Κλεάνθης καὶ Ποσειδώνιος ἐν τοῖς Προτρεπτικοῖς καὶ Ἑκάτων· ὅτι δὲ διδακτή ἐστι, δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1.87 Diog. Laert. 7.1.90 (English) >>Diog. Laert. 7.1.93

Powered by PhiloLogic