Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1 Diog. Laert. 7.2 (English) >>Diog. Laert. 7.3

7.2Κεφ. βʹ. ΑΡΙΣΤΩΝ

Ἀρίστων Χῖος Φάλανθος, ἐπικαλούμενος Σειρήν, τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας μηδʼ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλʼ ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρινεῖται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δʼ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς.

7.2.161

Ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά ἐστιν. ἀρετάς τʼ οὔτε πολλὰς εἰσῆγεν, ὡς Ζήνων, οὔτε μίαν πολλοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν. οὕτω δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν Τίμων φησὶ περὶ αὐτοῦ,

καί τις Ἀρίστωνος γενεὴν ἀπὸ note αἱμύλου note ἕλκων.

7.2.162

Παραβαλὼν δὲ Πολέμωνι, φησὶ Διοκλῆς Μάγνης, μετέθετο, Ζήνωνος ἀρρωστίᾳ μακρᾷ περιπεσόντος. μάλιστα δὲ προσεῖχε Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν. ἀπετείνετο δὲ πρὸς Ἀρκεσίλαον· ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα, οἴμοι, ἔφη, δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας.

7.2.163

Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, ἆρʼ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς; εἶπεν· ἀρνησαμένου δέ,

τίς δέ σʼ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς;

Βιβλία δʹ αὐτοῦ φέρεται τάδε·

Προτρεπτικῶν βʹ.

Περὶ τῶν Ζήνωνος δογμάτων.

Διάλογοι.

Σχολῶν ϛʹ.

Περὶ σοφίας διατριβῶν ζʹ.

Ἐρωτικαὶ διατριβαί.

Ὑπομνήματα ὑπὲρ κενοδοξίας.

Ὑπομνημάτων κεʹ.

Ἀπομνημονευμάτων γʹ.

Χρειῶν ιαʹ.

Πρὸς τοὺς ῥήτορας.

Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς.

Πρὸς τοὺς διαλεκτικοὺς γʹ.

Πρὸς Κλεάνθην, Ἐπιστολῶν δʹ.

Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δʼ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.

7.2.164

Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δʼ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ· τί δὴ γέρων ὢν καὶ φάλανθος, ʼρίστων, τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον δέοι ζητῶν τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅδην.

Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἕκτος Ἀλεξανδρεὺς περιπατητικός.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.1 Diog. Laert. 7.2 (English) >>Diog. Laert. 7.3

Powered by PhiloLogic