Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, ἆρʼ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς; εἶπεν· ἀρνησαμένου δέ,
τίς δέ σʼ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς;
Βιβλία δʹ αὐτοῦ φέρεται τάδε·
Προτρεπτικῶν βʹ.
Περὶ τῶν Ζήνωνος δογμάτων.
Διάλογοι.
Σχολῶν ϛʹ.
Περὶ σοφίας διατριβῶν ζʹ.
Ἐρωτικαὶ διατριβαί.
Ὑπομνήματα ὑπὲρ κενοδοξίας.
Ὑπομνημάτων κεʹ.
Ἀπομνημονευμάτων γʹ.
Χρειῶν ιαʹ.
Πρὸς τοὺς ῥήτορας.
Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς.
Πρὸς τοὺς διαλεκτικοὺς γʹ.
Πρὸς Κλεάνθην, Ἐπιστολῶν δʹ.
Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δʼ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.
Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δʼ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ· τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ ʼρίστων, τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅδην.
Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, ὁ δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἕκτος Ἀλεξανδρεὺς περιπατητικός.