Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.2.162 Diog. Laert. 7.3.165 (English) >>Diog. Laert. 7.4.167

7.2.164

Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δʼ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ· τί δὴ γέρων ὢν καὶ φάλανθος, ʼρίστων, τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον δέοι ζητῶν τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅδην.

Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἕκτος Ἀλεξανδρεὺς περιπατητικός.

7.3Κεφ. γʹ. ΗΡΙΛΛΟΣ 7.3.165

Ἥριλλος δʼ Καρχηδόνιος τέλος εἶπε τὴν ἐπιστήμην, ὅπερ ἐστὶ ζῆν ἀεὶ πάντʼ ἀναφέροντα πρὸς τὸ μετʼ ἐπιστήμης ζῆν καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον. εἶναι δὲ τὴν ἐπιστήμην ἕξιν ἐν φαντασιῶν προσδέξει ἀνυπόπτωτον ὑπὸ λόγου. ποτὲ δʼ ἔλεγε μηδὲν εἶναι τέλος, ἀλλὰ κατὰ τὰς περιστάσεις καὶ τὰ πράγματʼ ἀλλάττεσθαι αὐτό, ὡς καὶ τὸν αὐτὸν χαλκὸν Ἀλεξάνδρου γινόμενον ἀνδριάντα Σωκράτους. διαφέρειν δὲ τέλος καὶ ὑποτελίδα· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι. ἔστι δʼ αὐτοῦ τὰ βιβλία ὀλιγόστιχα μέν, δυνάμεως δὲ μεστὰ καὶ περιέχοντα ἀντιρρήσεις πρὸς Ζήνωνα.

7.3.166

Λέγεται δʼ ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δʼ ἀπετράποντο.

Τὰ δὲ βιβλία ἐστὶ τάδε· Περὶ ἀσκήσεως.

Περὶ παθῶν.

Περὶ ὑπολήψεως.

Νομοθέτης.

Μαιευτικός.

Ἀντιφέρων.

Διδάσκαλος.

Διασκευάζων.

Εὐθύνων.

Ἑρμῆς.

Μήδεια.

Διάλογοι.

Θέσεων ἠθικῶν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.2.162 Diog. Laert. 7.3.165 (English) >>Diog. Laert. 7.4.167

Powered by PhiloLogic