7.5.169 καὶ τὴν ἀλφιτόπωλιν παρʼ ᾗ τἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δʼ αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπʼ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφʼ ᾧ κρότῳ τιμηθῆναι ὑπʼ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη δὴ οὖν καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δʼ εἰπεῖν, ἀντλῶ γὰρ μόνον; τί δʼ ; οὐχὶ σκάπτω ; τί δʼ ; οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα; καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. note
7.5.170 καί ποτʼ ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι, Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δʼ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τἀπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὲ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως·
τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, note μωλύτης ἐπέων φίλος note Ἄσσιος, ὅλμος ἄτολμος;
Καὶ σκωπτόμενος δʼ ὑπὸ τῶν συμμαθητῶν ἠνείχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον.