7.5.173
Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα,
οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ,
ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφʼ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δʼ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δʼ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δʼ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι.
7.5.174 πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δʼ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.
Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε·
Περὶ χρόνου.
Περὶ τῆς τοῦ Ζήνωνος φυσιολογίας δύο.
Τῶν Ἡρακλείτου ἐξηγήσεις, τέσσαρα.
Περὶ αἰσθήσεως.
Περὶ τέχνης.
Πρὸς Δημόκριτον.
Πρὸς Ἀρίσταρχον.
Πρὸς Ἥριλλον.
Περὶ ὁρμῆς δύο.