7.6.177
Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλʼ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι.
7.6.178
Βιβλία δὲ γέγραφε τάδε·
Περὶ κόσμου δύο.
Περὶ στοιχείων.
Περὶ σπέρματος.
Περὶ τύχης. Περὶ ἐλαχίστων.
Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
Περὶ αἰσθητηρίων.
Περὶ Ἡρακλείτου πέντε διατριβῶν.
Περὶ τῆς ἠθικῆς διατάξεως.
Περὶ καθήκοντος.
Περὶ ὁρμῆς.
Περὶ παθῶν δύο.
Περὶ βασιλείας.
Περὶ Λακωνικῆς πολιτείας.
Περὶ Λυκούργου καὶ Σωκράτους τρίς.
Περὶ νόμου.
Περὶ μαντικῆς.
Διαλόγους ἐρωτικούς.
Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων.
Περὶ ὁμοίων.
Περὶ ὅρων.
Περὶ ἕξεως.
Περὶ τῶν ἀντιλεγομένων τρία.
Περὶ λόγου.
Περὶ πλούτου.
Περὶ δόξης.
Περὶ θανάτου.
Τέχνης διαλεκτικῆς δύο.
Περὶ κατηγορημάτων.
Περὶ ἀμφιβολιῶν.
Ἐπιστολάς.