7.7Κεφ. ζʹ. ΧΡΥΣΙΠΠΟΣ
7.7.179
Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτʼ ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα·
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
7.7.180
Οὕτω δʼ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἦν ἡ διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ Χρυσίππειος. πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρʼ ὁντινοῦν γέγονεν, ὡς δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δʼ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτʼ ἔν τινι τῶν συγγραμμάτων παρʼ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη, Χρυσίππου Μήδειαν.
7.7.181
Καὶ Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος ἐν τῇ Συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσʼ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφοι στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης.
7.7.182
Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρʼ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, εἰ τοῖς πολλοῖς, εἶπε προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, πέπαυσο, εἶπε, περιέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις. πάλιν δʼ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἔπειτα δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη,
οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.
7.7.183
Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστʼ εἰπεῖν τὴν δούλην, Χρυσίππου μόνα τὰ σκέλη μεθύει. οὕτω δʼ ἦν φρονηματίας ὥστʼ ἐρομένου τινὸς τίνι συστήσω τὸν υἱόν; εἰπεῖν, ἐμοί· καὶ γὰρ εἰ ὑπελάμβανον εἶναί τινʼ ἐμοῦ βελτίονα, παρʼ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπʼ αὐτοῦ λεχθῆναι,
οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι·
καί,
εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά.
Τέλος δʼ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε·
7.7.184 διʼ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.
Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντʼ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. καὶ ἔστιν ἡμῶν παίγνιον εἰς αὐτόν·
ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδʼ ἐφείσατο
οὐ τῆς στοᾶς οὐδʼ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀΐδεω.
7.7.185
Ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιρροφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι. Δοκεῖ δʼ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν. ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Λυκείῳ, καθάπερ καὶ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
7.7.186
Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος εἰς τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς note τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου, καί τις Γεωργικὰ γεγραφώς.
Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γʼ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει <τὰ μυστήρια>· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτʼ οὐδʼ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδʼ ἄρʼ ἐν τῇ οἰκίᾳ. ἄλλο· ἔστι τις κεφαλή· ἐκείνην δʼ οὐκ ἔχεις· ἔστι δέ γέ τις κεφαλὴ <ἣν οὐκ ἔχεις>· οὐκ ἄρα ἔχεις κεφαλήν.
7.7.187 ἄλλο· εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δʼ ἐστὶν ἐν Μεγάροις· οὐκ ἄρʼ ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. καὶ πάλιν· εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· εἴ τι οὐκ ἀπέβαλες, τοῦτʼ ἔχεις· κέρατα δʼ οὐκ ἀπέβαλες· κέρατʼ ἄρʼ ἔχεις. οἱ δʼ Εὐβουλίδου τοῦτό φασιν.
Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.
7.7.188 αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τʼ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρʼ Ὑψικράτει, ἀλλὰ μηδὲ παρʼ Ἀντιγόνῳ εἶναι, ὑπʼ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δʼ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ διʼ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως ποριστέον τῷ σοφῷ·
7.7.189 καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται.
Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·
Λογικοῦ τόπου.
Θέσεις λογικαί.
Τῶν τοῦ φιλοσόφου σκεμμάτων.
Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ϛʹ.
Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα αʹ.
7.7.190
Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν αʹ.
Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δʹ.
Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα.
Σύνταξις πρώτη·
Περὶ ἀξιωμάτων αʹ.
Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ.
Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην αʹ βʹ.
Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ.
Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ. Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ.
Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα αʹ βʹ γʹ.
Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων αʹ βʹ γʹ δʹ.
Περὶ τῶν κατὰ χρόνους λεγομένων αʹ βʹ.
Περὶ συντελικῶν ἀξιωμάτων βʹ.
Σύνταξις δευτέρα·
Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ.
Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην αʹ βʹ γʹ δʹ.
7.7.191
Αἵρεσις πρὸς Γοργιππίδην αʹ.
Πρὸς τὸ περὶ ἀκολούθων αʹ.
Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην αʹ.
Περὶ δυνατῶν πρὸς Κλεῖτον δʹ.
Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος αʹ.
Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ αʹ.
Σύνταξις τρίτη·
Περὶ προσταγμάτων βʹ.
Περὶ ἐρωτήσεως βʹ.
Περὶ πεύσεως δʹ.
Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ.
Ἐπιτομὴ περὶ ἀποκρίσεως αʹ.
Περὶ ζητήσεως βʹ.
Περὶ ἀποκρίσεως δʹ.
7.7.192
Σύνταξις τετάρτη·
Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ιʹ. Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον αʹ.
Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην αʹ.
Πρὸς Πασύλον περὶ κατηγορημάτων δʹ.
Σύνταξις πέμπτη·
Περὶ τῶν πέντε πτώσεων αʹ.
Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ.
Περὶ παρεμφάσεως πρὸς Στησαγόραν βʹ.
Περὶ τῶν προσηγορικῶν βʹ.
Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατʼ αὐτὰς λόγον.
Σύνταξις πρώτη·
Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν ϛʹ.
Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον εʹ.
Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δʹ.
Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γʹ.
Περὶ σολοικισμῶν.
Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον αʹ.
Λόγοι παρὰ τὰς συνηθείας αʹ.
Λέξις πρὸς Διονύσιον αʹ.
Σύνταξις δευτέρα·
Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων εʹ.
Περὶ τῆς συντάξεως τῶν λεγομένων δʹ.
7.7.193
Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς Φίλιππον γʹ.
Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν αʹ.
Περὶ τοῦ πρὸς ἕτερα λεγομένου αʹ.
Σύνταξις τρίτη·
Πρὸς τοὺς μὴ διαιρουμένους βʹ.
Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δʹ.
Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν αʹ.
Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας βʹ.
Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου βʹ.
Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς εʹ.
Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν αʹ.
Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας βʹ.
Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.
Σύνταξις πρώτη·
Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην εʹ.
7.7.194
Περὶ τῶν λόγων γʹ.
Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν βʹ.
Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων αʹ.
Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων αʹ.
Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων αʹ.
Περὶ τοῦ τίνα συλλογιστικά τινος μετʼ ἄλλου τε καὶ μετʼ ἄλλων αʹ. Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν αʹ.
Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις αʹ.
Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ βʹ.
Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γʹ.
Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον αʹ.
Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ περὶ λόγων καὶ τρόπων αʹ.
7.7.195
Σύνταξις δευτέρα·
Περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα αʹ.
Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμῶν πρὸς Ζήνωνα αʹ.
Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν αʹ.
Περὶ τῶν παρελκόντων λόγων πρὸς Πασύλον βʹ.
Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ.
Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα αʹ.
Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γʹ.
Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν εʹ.
Λόγοι συλλογιστικοὶ κατʼ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις αʹ.
Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ αʹ τοῦτο δοκεῖ ψευδεπίγραφον. Σύνταξις τρίτη·
Περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην αʹ ψευδεπίγραφον.
7.7.196
Λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα γʹ (ψευδεπίγραφα).
Πρὸς τοὺς Ἀμεινίου διαζευκτικοὺς αʹ.
Σύνταξις τετάρτη·
Περὶ ὑποθέσεων πρὸς Μελέαγρον γʹ.
Λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν αʹ.
Λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγὴν βʹ.
Λόγοι ὑποθετικοὶ θεωρημάτων βʹ.
Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν βʹ.
Λύσεις τῶν Ἀλεξάνδρου ὑποθετικῶν γʹ (ψευδεπίγραφα).
Περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα αʹ.
Σύνταξις πέμπτη·
Περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς Ἀριστοκρέοντα αʹ.
Λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν αʹ.
Περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα ϛʹ.
Σύνταξις ἕκτη·
Πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι αʹ.
7.7.197
Πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστοκρέοντα βʹ. Ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα αʹ.
Πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πασύλον γʹ.
Λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην αʹ.
Περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα γʹ.
Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν αʹ.
Σύνταξις ἑβδόμη·
Πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον αʹ.
Περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα βʹ.
Λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν αʹ.
Περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν αʹ βʹ.
Περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα βʹ.
7.7.198
Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον βʹ.
Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην αʹ.
Σύνταξις ὀγδόη·
Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην ηʹ.
Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον βʹ. Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην αʹ.
Σύνταξις ἐνάτη·
Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν βʹ.
Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην εʹ.
Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον αʹ.
Σύνταξις δεκάτη·
Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ϛʹ.
Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζʹ.
Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα <τὰς> σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.
7.7.199
Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν.
Σύνταξις πρώτη·
Ὑπογραφὴ τοῦ <ἠθικοῦ> λόγου πρὸς Θεόπορον αʹ.
Θέσεις ἠθικαὶ αʹ.
Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γʹ.
Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον βʹ.
Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον βʹ. Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον βʹ.
Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζʹ.
Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον αʹ βʹ.
Σύνταξις δευτέρα·
Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γʹ.
Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζʹ.
Σύνταξις τρίτη·
Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζʹ.
7.7.200
Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην βʹ.
Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην βʹ.
Περὶ διαιρέσεων αʹ.
Περὶ ἐναντίων πρὸς Διονύσιον βʹ.
Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ <τὰ> περὶ τῶν ἐναντίων αʹ.
Σύνταξις τετάρτη·
Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζʹ.
Ἐτυμολογικῶν πρὸς Διοκλέα δʹ.
Σύνταξις πέμπτη·
Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον βʹ.
Περὶ ποιημάτων πρὸς Φιλομαθῆ αʹ.
Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν βʹ.
Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον αʹ.
7.7.201
Ἠθικοῦ τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας καὶ ἀρετάς.
Σύνταξις πρώτη·
Πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα αʹ.
Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα αʹ.
Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα βʹ.
Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γʹ.
Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν αʹ.
Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δʹ.
Περὶ λόγου βʹ.
Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην.
Σύνταξις δευτέρα·
Περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα βʹ.
7.7.202
Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δʹ.
Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γʹ.
Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δʹ.
Σύνταξις τρίτη·
Περὶ ἕξεως πρὸς Κλέωνα γʹ.
Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δʹ.
Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δʹ. Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς αʹ.
Περὶ ἀρετῶν πρὸς Πόλλιν βʹ.
Ἠθικοῦ τόπου περὶ ἀγαθῶν καὶ κακῶν.
Σύνταξις πρώτη·
Περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα ιʹ.
Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος δʹ.
Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν δʹ.
Περὶ τῶν λεγομένων ὑπὲρ τῆς · · ·