Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.181 Diog. Laert. 7.7.183 (English) >>Diog. Laert. 7.7.186

7.7.182

Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρʼ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, εἰ τοῖς πολλοῖς, εἶπε προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, πέπαυσο, εἶπε, περιέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις. πάλιν δʼ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἔπειτα δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη,

οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

7.7.183

Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστʼ εἰπεῖν τὴν δούλην, Χρυσίππου μόνα τὰ σκέλη μεθύει. οὕτω δʼ ἦν φρονηματίας ὥστʼ ἐρομένου τινὸς τίνι συστήσω τὸν υἱόν; εἰπεῖν, ἐμοί· καὶ γὰρ εἰ ὑπελάμβανον εἶναί τινʼ ἐμοῦ βελτίονα, παρʼ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπʼ αὐτοῦ λεχθῆναι,

οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι·

καί,

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά.

Τέλος δʼ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε· 7.7.184 διʼ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.

Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντʼ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. καὶ ἔστιν ἡμῶν παίγνιον εἰς αὐτόν·

ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδʼ ἐφείσατο

οὐ τῆς στοᾶς οὐδʼ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀΐδεω.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.181 Diog. Laert. 7.7.183 (English) >>Diog. Laert. 7.7.186

Powered by PhiloLogic