Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.187 Diog. Laert. 7.7.189 (English) >>Diog. Laert. 7.7.191

7.7.188 αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν θεοῖς, ἔτι τʼ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρʼ Ὑψικράτει, ἀλλὰ μηδὲ παρʼ Ἀντιγόνῳ εἶναι, ὑπʼ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δʼ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ διʼ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως ποριστέον τῷ σοφῷ· 7.7.189 καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται.

Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·

Λογικοῦ τόπου.

Θέσεις λογικαί.

Τῶν τοῦ φιλοσόφου σκεμμάτων.

Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ϛʹ.

Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα αʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.187 Diog. Laert. 7.7.189 (English) >>Diog. Laert. 7.7.191

Powered by PhiloLogic