Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.188 Diog. Laert. 7.7.190 (English) >>Diog. Laert. 7.7.192

7.7.189 καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται.

Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·

Λογικοῦ τόπου.

Θέσεις λογικαί.

Τῶν τοῦ φιλοσόφου σκεμμάτων.

Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ϛʹ.

Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα αʹ.

7.7.190

Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν αʹ.

Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δʹ.

Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα.

Σύνταξις πρώτη·

Περὶ ἀξιωμάτων αʹ.

Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ.

Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην αʹ βʹ.

Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ.

Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ. Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ.

Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα αʹ βʹ γʹ.

Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων αʹ βʹ γʹ δʹ.

Περὶ τῶν κατὰ χρόνους λεγομένων αʹ βʹ.

Περὶ συντελικῶν ἀξιωμάτων βʹ.

Σύνταξις δευτέρα·

Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ.

Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην αʹ βʹ γʹ δʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 7.7.188 Diog. Laert. 7.7.190 (English) >>Diog. Laert. 7.7.192

Powered by PhiloLogic