Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 8.1.36 Diog. Laert. 8.1.38 (English) >>Diog. Laert. 8.1.41

8.1.37

Καὶ ταῦτα μὲν Ξενοφάνης. ἔσκωψε δʼ αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ· ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως·

ἔθος ἐστὶν αὐτοῖς, ἄν τινʼ ἰδιώτην ποθὲν λάβωσιν εἰσελθόντα, διαπειρώμενον τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν, τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

Μνησίμαχος δʼ Ἀλκμαίωνι·

ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ, ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.

8.1.38

Ἀριστοφῶν Πυθαγοριστῇ·

ἔφη καταβὰς ἐς τὴν δίαιταν τῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη διʼ εὐσέβειαν. β. δυσχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών.

ἔτι ἐν τῷ αὐτῷ·

ἐσθίουσί τε λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τʼ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν ἑτέρων <νεκρῶν>.

8.1.39

Ἐτελεύτα δʼ Πυθαγόρας τοῦτον τὸν τρόπον. συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μίλωνος οἰκίᾳ τούτου, ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη· τινὲς δʼ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους. τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα· καὶ πρός τινι χωρίῳ γενόμενος πλήρει κυάμων, ἵνα αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι ἂν μᾶλλον πατῆσαι ἀναιρεθῆναι δὲ κρεῖττον λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς τετταράκοντα· διαφυγεῖν δʼ ὀλίγους, ὧν ἦν καὶ Ἄρχιππος Ταραντῖνος καὶ Λῦσις προειρημένος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 8.1.36 Diog. Laert. 8.1.38 (English) >>Diog. Laert. 8.1.41

Powered by PhiloLogic