Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους, Ἀκραγαντῖνος. τὸ δʼ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἱστοριῶν <λέγει προσιστορῶν> ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. ἀλλὰ καὶ Ἕρμιππος τὰ αὐτὰ τούτῳ φησίν. ὁμοίως καὶ Ἡρακλείδης ἐν τῷ Περὶ νόσων, ὅτι λαμπρᾶς ἦν οἰκίας ἱπποτροφηκότος τοῦ πάππου. λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις τὴν πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει.
Ἀπολλόδωρος δʼ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν ὡς
ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους <ὁ> Γλαῦκος ἐλθεῖν φησιν. εἶθʼ ὑποβάς·
οἱ δʼ ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν εἰς τὰς Συρακούσας μετʼ ἐκείνων ἐπολέμει πρὸς Ἀθηνάους ἐμοί <γε> τελέως ἀγνοεῖν δοκοῦσιν· ἢ γὰρ οὐκέτʼ ἦν ἢ παντελῶς ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται.
Ἀριστοτέλης γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. ὁ δὲ <τὴν> μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς
κέλητι τούτου πάππος ἦν ὁμώνυμος,