8.2.64 τὰ δʼ αὐτὰ καὶ Τίμαιος εἴρηκε, τὴν αἰτίαν ἅμα παρατιθέμενος τοῦ δημοτικὸν εἶναι τὸν ἄνδρα. φησὶ γὰρ ὅτι κληθεὶς ὑπό τινος τῶν ἀρχόντων <ὡς> προβαίνοντος τοῦ δείπνου τὸ ποτὸν οὐκ εἰσεφέρετο, τῶν ἄλλων note ἡσυχαζόντων, μισοπονήρως διατεθεὶς ἐκέλευσεν εἰσφέρειν· ὁ δὲ κεκληκὼς ἀναμένειν ἔφη τὸν τῆς βουλῆς ὑπηρέτην. ὡς δὲ παρεγένετο, ἐγενήθη συμποσίαρχος, τοῦ κεκληκότος δηλονότι καταστήσαντος, ὃς ὑπεγράφετο τυραννίδος ἀρχήν· ἐκέλευσε γὰρ ἢ πίνειν ἢ καταχεῖσθαι τῆς κεφαλῆς. τότε μὲν οὖν ὁ Ἐμπεδοκλῆς ἡσύχασε· τῇ δʼ ὑστεραίᾳ εἰσαγαγὼν εἰς δικαστήριον ἀπέκτεινε καταδικάσας ἀμφοτέρους, τόν τε κλήτορα καὶ τὸν συμποσίαρχον. ἀρχὴ μὲν οὖν αὐτῷ τῆς πολιτείας ἥδε.
8.2.65
Πάλιν δʼ Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τά τʼ ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας· τί δʼ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο;
ἄκρον ἰατρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον πατρὸς Ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.
τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται,
ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.
τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.
8.2.66
Ὕστερον δʼ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῇ ιαʹ καὶ ιβʹ, πολλάκις γὰρ αὐτοῦ μνημονεύει, φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν note τῇ πολιτείᾳ φαίνεσθαι· <ἔστιν> note ὅπου δʼ ἀλαζόνα καὶ φίλαυτον ἐν τῇ ποιήσει ἴδοι τις ἄν· φησὶ γοῦν,
χαίρετʼ· ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι,
καὶ τὰ ἑξῆς. καθʼ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.