8.2.65
Πάλιν δʼ Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τά τʼ ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας· τί δʼ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο;
ἄκρον ἰατρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον πατρὸς Ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.
τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται,
ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.
τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.
8.2.66
Ὕστερον δʼ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῇ ιαʹ καὶ ιβʹ, πολλάκις γὰρ αὐτοῦ μνημονεύει, φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν note τῇ πολιτείᾳ φαίνεσθαι· <ἔστιν> note ὅπου δʼ ἀλαζόνα καὶ φίλαυτον ἐν τῇ ποιήσει ἴδοι τις ἄν· φησὶ γοῦν,
χαίρετʼ· ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι,
καὶ τὰ ἑξῆς. καθʼ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.
8.2.67
Ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκ<τ>ιζομένου, note ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δʼ οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλʼ ὧδʼ αὐτοῦ καθάπτεται λέγων·
καὶ Ἐμπεδοκλῆς ἀγοραίων ληκητὴς ἐπέων· ὅσα δʼ ἔσθενε, τόσσα διεῖλεν, note ἀρχῶν ὃς note διέθηκʼ ἀρχὰς ἐπιδευέας ἄλλων.
Περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Παυσανίας.