8.2.75
καὶ σύ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων·
οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
καὶ ἄλλο·
ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν·
εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
8.2.76
Ἐδόκει δʼ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· Φιλίαν θʼ ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δʼ οὕτω· Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδʼ Ἀϊδωνεὺς Νῆστίς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον·
Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ.
Καὶ ταῦτα, φησίν, ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει, ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης· ἐπιφέρει γοῦν·
ἄλλοτε μὲν Φιλότητι συνερχόμενʼ εἰς ἓν ἅπαντα, ἄλλοτε δʼ αὖ δίχʼ ἕκαστα φορεύμενα Νείκεος ἔχθει.
8.2.77
Καὶ τὸν μὲν ἥλιόν φησι πυρὸς ἄθροισμα μέγα καὶ τῆς σελήνης μείζω· τὴν δὲ σελήνην δισκοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν κρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοῖα εἴδη ζῴων καὶ φυτῶν ἐνδύεσθαι· φησὶ γοῦν·
ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τʼ οἰωνός τε καὶ ἔξαλος ἔμπυρος note ἰχθύς.
Τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἔπη τείνουσι πεντακισχίλια, ὁ δὲ Ἰατρικὸς λόγος εἰς ἔπη ἑξακόσια. περὶ δὲ τῶν τραγῳδιῶν προειρήκαμεν.