Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.1.1 Diog. Laert. 9.1.3 (English) >>Diog. Laert. 9.1.6

9.1.2

Ἔλεγε δὲ καὶ ὕβριν χρὴ σβεννύναι μᾶλλον πυρκαϊὴν καὶ μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος. note καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον, ἐν οἷς φησιν, ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν note πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετʼ ἄλλων. ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν. 9.1.3 ἀναχωρήσας δʼ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δʼ αὐτὸν τῶν Ἐφεσίων, τί, κάκιστοι, θαυμάζετε; εἶπεν· οὐ κρεῖττον τοῦτο ποιεῖν μεθʼ ὑμῶν πολιτεύεσθαι;

Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διῃτᾶτο, πόας σιτούμενος καὶ βοτάνας. καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντʼ ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βουστάσιον κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. οὐδὲν δʼ ἀνύων οὐδʼ οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

9.1.4

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·

πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτʼ ἔθανεν·

σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται <τὰ> ἔντερα κεινώσας τὸ ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δʼ Κυζικηνός φησι μὴ δυνηθέντʼ αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.1.1 Diog. Laert. 9.1.3 (English) >>Diog. Laert. 9.1.6

Powered by PhiloLogic