Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.9.57 Diog. Laert. 9.10.58 (English) >>Diog. Laert. 9.10.60

9.9.57

Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν Ἀντισθένης, Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατʼ Ἀναξαγόραν. τοῦτόν φησιν Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.

Ἐδόκει δὲ αὐτῷ τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδʼ εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύλην, ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.

Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε· λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι, τὴν δʼ ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν.

9.10Κεφ. ιʹ. ΑΝΑΞΑΡΧΟΣ 9.10.58

Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδʼ αὐτὸ τοῦτʼ εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. δʼ οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καί ποτʼ ἐν συμποσίῳ τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτὸν τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν, βασιλεῦ, πάντα πολυτελῶς· ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι· ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.9.57 Diog. Laert. 9.10.58 (English) >>Diog. Laert. 9.10.60

Powered by PhiloLogic