Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.100 Diog. Laert. 9.11.102 (English) >>Diog. Laert. 9.11.104

9.11.101

Φύσει τε μὴ εἶναι ἀγαθὸν κακόν· εἰ γάρ τί ἐστι φύσει ἀγαθὸν καὶ κακόν, πᾶσιν ὀφείλει ἀγαθὸν κακὸν ὑπάρχειν, ὥσπερ χιὼν πᾶσι ψυχρόν· κοινὸν δʼ οὐδὲν πάντων ἀγαθὸν κακόν ἐστιν· οὐκ ἄρα ἐστὶ φύσει ἀγαθὸν κακόν. ἤτοι γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ῥητέον ἀγαθὸν οὐ πᾶν· καὶ πᾶν μὲν οὐ ῥητέον, ἐπεὶ τὸ αὐτὸ ὑφʼ οὗ μὲν δοξάζεται ἀγαθόν, ὡς ἡδονὴ ὑπὸ Ἐπικούρου· ὑφʼ οὗ δὲ κακόν, ὑπʼ Ἀντισθένους. συμβήσεται τοίνυν τὸ αὐτὸ ἀγαθόν τʼ εἶναι καὶ κακόν. εἰ δʼ οὐ πᾶν λέγομεν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθόν, δεήσει ἡμᾶς διακρίνειν τὰς δόξας· ὅπερ οὐκ ἐνδεχόμενόν ἐστι διὰ τὴν ἰσοσθένειαν τῶν λόγων. ἄγνωστον οὖν τὸ φύσει ἀγαθόν.

9.11.102

Ἔστι δὲ καὶ τὸν ὅλον τῆς συναγωγῆς αὐτῶν τρόπον συνιδεῖν ἐκ τῶν ἀπολειφθεισῶν συντάξεων. αὐτὸς μὲν γὰρ Πύρρων οὐδὲν ἀπέλιπεν, οἱ μέντοι συνήθεις αὐτοῦ Τίμων καὶ Αἰνεσίδημος καὶ Νουμήνιος καὶ Ναυσιφάνης καὶ ἄλλοι τοιοῦτοι.

Οἷς ἀντιλέγοντες οἱ δογματικοί φασιν αὐτοὺς καταλαμβάνεσθαι καὶ δογματίζειν· ἐν γὰρ δοκοῦσι διελέγχειν καταλαμβάνονται· καὶ γὰρ ἐν τῷ αὐτῷ κρατύνουσι καὶ δογματίζουσι. καὶ γὰρ ὅτε φασὶ μηδὲν ὁρίζειν καὶ παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, αὐτὰ ταῦτα καὶ ὁρίζονται καὶ δογματίζουσι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.100 Diog. Laert. 9.11.102 (English) >>Diog. Laert. 9.11.104

Powered by PhiloLogic