Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.74 Diog. Laert. 9.11.77 (English) >>Diog. Laert. 9.11.79

9.11.76 ἀναιροῦσι δʼ οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν Οὐδὲν μᾶλλον φωνήν· ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν οὐκ ἔστι. σημαίνει οὖν φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, τὸ μηδὲν ὁρίζειν, ἀλλʼ ἀπροσθετεῖν. δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν· τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ· καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφʼ ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται, κατʼ ἴσον τοῖς καθαρτικοῖς, τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται.

9.11.77

Πρὸς φασιν οἱ δογματικοὶ · · μὴ αἴρειν τὸν λόγον, ἀλλὰ προσεπισχυρίζειν. μόνον οὖν διακόνοις ἐχρῶντο τοῖς λόγοις· οὐ γὰρ οἷόν τε ἦν μὴ λόγῳ λόγον ἀνελεῖν· καθʼ ὃν τρόπον εἰώθαμεν λέγειν τόπον μὴ εἶναι καὶ δεῖ πάντως τὸν τόπον εἰπεῖν, ἀλλʼ οὐ δογματικῶς, ἀποδεικτικῶς δέ· καὶ μηδὲν γίνεσθαι κατʼ ἀνάγκην καὶ δεῖ τὴν ἀνάγκην εἰπεῖν. τοιούτῳ τινὶ τρόπῳ τῆς ἑρμηνείας ἐχρῶντο· οἷα γὰρ φαίνεται τὰ πράγματα, μὴ τοιαῦτα εἶναι τῇ φύσει, ἀλλὰ μόνον φαίνεσθαι· ζητεῖν τʼ ἔλεγον οὐχ ἅπερ νοοῦσιν, τι γὰρ νοεῖται δῆλον, ἀλλʼ ὧν ταῖς αἰσθήσεσι μετίσχουσιν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.74 Diog. Laert. 9.11.77 (English) >>Diog. Laert. 9.11.79

Powered by PhiloLogic