9.11.91 οὐδὲ γὰρ τὸ τέτταρα εἶναι τὰ στοιχεῖα ἐκ τοῦ τέτταρα εἶναι τὰ στοιχεῖα βεβαιωτέον. πρὸς τῷ καὶ τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων ἄπιστον εἶναι καὶ τὴν γενικὴν ἀπόδειξιν. ἵνα τε γνῶμεν ὅτι ἔστιν ἀπόδειξις, κριτηρίου δεῖ· καὶ ὅτι ἔστι κριτήριον, ἀποδείξεως δεῖ· ὅθεν ἑκάτερα ἀκατάληπτα ἀναπεμπόμενα ἐπʼ ἄλληλα. πῶς ἂν οὖν καταλαμβάνοιτο τὰ ἄδηλα, τῆς ἀποδείξεως ἀγνοουμένης; ζητεῖται δʼ οὐκ εἰ φαίνεται τοιαῦτα, ἀλλʼ εἰ καθʼ ὑπόστασιν οὕτως ἔχει.
Εὐήθεις δὲ τοὺς δογματικοὺς ἀπέφαινον. τὸ γὰρ ἐξ ὑποθέσεως περαινόμενον οὐ σκέψεως ἀλλὰ θέσεως ἔχει λόγον. τοιούτῳ δὲ λόγῳ καὶ ὑπὲρ ἀδυνάτων ἔστιν ἐπιχειρεῖν. τοὺς δʼ οἰομένους μὴ
9.11.92 δεῖν ἐκ τῶν κατὰ περίστασιν κρίνειν τἀληθὲς μηδʼ ἐκ τῶν κατὰ φύσιν νομοθετεῖν, ἔλεγον αὐτοὺς μέτρα τῶν πάντων ὁρίζειν, οὐχ ὁρῶντας ὅτι πᾶν τὸ φαινόμενον κατʼ ἀντιπερίστασιν καὶ διάθεσιν φαίνεται. ἤτοι γοῦν πάντʼ ἀληθῆ ῥητέον ἢ πάντα ψευδῆ. εἰ δʼ ἔνιά ἐστιν ἀληθῆ, τίνι διακριτέον; οὔτε γὰρ αἰσθήσει τὰ κατʼ αἴσθησιν, πάντων ἴσων αὐτῇ φαινομένων, οὔτε νοήσει διὰ τὴν αὐτὴν αἰτίαν. ἄλλη δὲ παρὰ ταύτας εἰς ἐπίκρισιν δύναμις οὐχ ὁρᾶται. ὁ οὖν, φασί, περί τινος διαβεβαιούμενος αἰσθητοῦ ἢ νοητοῦ πρότερον ὀφείλει τὰς περὶ τούτου δόξας καταστῆσαι· οἱ μὲν γὰρ ταῦτα, οἱ δὲ ταῦτα ἀνῃρήκασι. δεῖ δʼ ἢ διʼ αἰσθητοῦ ἢ νοητοῦ κριθῆναι.