Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.90 Diog. Laert. 9.11.93 (English) >>Diog. Laert. 9.11.96

9.11.92 δεῖν ἐκ τῶν κατὰ περίστασιν κρίνειν τἀληθὲς μηδʼ ἐκ τῶν κατὰ φύσιν νομοθετεῖν, ἔλεγον αὐτοὺς μέτρα τῶν πάντων ὁρίζειν, οὐχ ὁρῶντας ὅτι πᾶν τὸ φαινόμενον κατʼ ἀντιπερίστασιν καὶ διάθεσιν φαίνεται. ἤτοι γοῦν πάντʼ ἀληθῆ ῥητέον πάντα ψευδῆ. εἰ δʼ ἔνιά ἐστιν ἀληθῆ, τίνι διακριτέον; οὔτε γὰρ αἰσθήσει τὰ κατʼ αἴσθησιν, πάντων ἴσων αὐτῇ φαινομένων, οὔτε νοήσει διὰ τὴν αὐτὴν αἰτίαν. ἄλλη δὲ παρὰ ταύτας εἰς ἐπίκρισιν δύναμις οὐχ ὁρᾶται. οὖν, φασί, περί τινος διαβεβαιούμενος αἰσθητοῦ νοητοῦ πρότερον ὀφείλει τὰς περὶ τούτου δόξας καταστῆσαι· οἱ μὲν γὰρ ταῦτα, οἱ δὲ ταῦτα ἀνῃρήκασι. δεῖ δʼ διʼ αἰσθητοῦ νοητοῦ κριθῆναι. 9.11.93 ἑκάτερα δὲ ἀμφισβητεῖται. οὐδὲ τοίνυν δυνατὸν τὰς περὶ αἰσθητῶν νοητῶν ἐπικρῖναι δόξας· εἴ τε διὰ τὴν ἐν ταῖς νοήσεσι μάχην ἀπιστητέον πᾶσιν, ἀναιρεθήσεται τὸ μέτρον δοκεῖ τὰ πάντα διακριβοῦσθαι· πᾶν οὖν ἴσον ἡγήσονται. ἔτι, φασίν, συζητῶν ἡμῖν τὸ φαινόμενον πιστός ἐστιν οὔ. εἰ μὲν οὖν πιστός ἐστιν, οὐδὲν ἕξει λέγειν πρὸς τὸν φαίνεται τοὐναντίον· ὡς γὰρ αὐτὸς πιστός ἐστι τὸ φαινόμενον λέγων, οὕτω καὶ ἐναντίος· εἰ δʼ ἄπιστος, καὶ αὐτὸς ἀπιστηθήσεται τὸ φαινόμενον λέγων.

9.11.94

Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲς ὑπάρχειν. οὐ γὰρ πάντας τὸ αὐτὸ πείθει οὐδὲ τοὺς αὐτοὺς συνεχές. γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸς πιθανότης, παρὰ τὸ ἔνδοξον τοῦ λέγοντος παρὰ τὸ φροντιστικὸν παρὰ τὸ αἱμύλον παρὰ τὸ σύνηθες παρὰ τὸ κεχαρισμένον.

Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. ἤτοι κέκριται καὶ τὸ κριτήριον ἄκριτόν ἐστιν. ἀλλʼ εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τἀληθοῦς καὶ τοῦ ψεύδους· εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέρος γενήσεται κρινομένων, ὥστʼ ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸς τὸ κριτήριον ὑφʼ ἑτέρου κριθήσεται κἀκεῖνο ὑπʼ ἄλλου καὶ οὕτως εἰς ἄπειρον.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.90 Diog. Laert. 9.11.93 (English) >>Diog. Laert. 9.11.96

Powered by PhiloLogic