Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.96 Diog. Laert. 9.11.99 (English) >>Diog. Laert. 9.11.101

9.11.98 καὶ τὸ αἴτιον οὖν ἐπινοοῖτʼ ἂν μόνον, ἐπεὶ εἴπερ ἐστὶν αἴτιον, ὀφείλει ἔχειν τὸ οὗ λέγεται αἴτιον, ἐπεὶ οὐκ ἔσται αἴτιον. καὶ ὥσπερ πατήρ, μὴ παρόντος τοῦ πρὸς λέγεται πατήρ, οὐκ ἂν εἴη πατήρ, οὑτωσὶ καὶ τὸ αἴτιον· οὐ πάρεστι δὲ πρὸς νοεῖται τὸ αἴτιον· οὔτε γὰρ γένεσις οὔτε φθορὰ οὔτʼ ἄλλο τι· οὐκ ἄρʼ ἐστὶν αἴτιον. καὶ μὴν εἰ ἔστιν αἴτιον, ἤτοι σῶμα σώματός ἐστιν αἴτιον ἀσώματον ἀσωμάτου· οὐδὲν δὲ τούτων· οὐκ ἄρʼ ἐστὶν αἴτιον. σῶμα μὲν οὖν σώματος οὐκ ἂν εἴη αἴτιον, ἐπείπερ ἀμφότερα τὴν αὐτὴν ἔχει φύσιν. καὶ εἰ τὸ ἕτερον αἴτιον λέγεται παρʼ ὅσον ἐστὶ σῶμα, καὶ τὸ λοιπόν, σῶμα ὄν, αἴτιον γενήσεται. 9.11.99 κοινῶς δʼ ἀμφοτέρων αἰτίων ὄντων, οὐδὲν ἔσται τὸ πάσχον. ἀσώματον δʼ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον διὰ τὸν αὐτὸν λόγον· ἀσώματον δὲ σώματος οὐκ ἔστιν αἴτιον, ἐπεὶ οὐδὲν ἀσώματον ποιεῖ σῶμα. σῶμα δʼ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον, ὅτι τὸ γενόμενον τῆς πασχούσης ὕλης ὀφείλει εἶναι· μηδὲν δὲ πάσχον διὰ τὸ ἀσώματον εἶναι οὐδʼ ἂν ὑπό τινος γένοιτο· οὐκ ἔστι τοίνυν αἴτιον. συνεισάγεται τὸ ἀνυποστάτους εἶναι τὰς τῶν ὅλων ἀρχάς· δεῖ γὰρ εἶναί τι τὸ ποιοῦν καὶ δρῶν.

Ἀλλὰ μὴν οὐδὲ κίνησίς ἐστι· τὸ γὰρ κινούμενον ἤτοι ἐν ἐστι τόπῳ κινεῖται ἐν μὴ ἔστιν· καὶ ἐν μέν ἐστι τόπῳ οὐ κινεῖται, ἐν δʼ οὐκ ἔστιν οὐδὲ κινεῖται· οὐκ ἔστιν οὖν κίνησις.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.11.96 Diog. Laert. 9.11.99 (English) >>Diog. Laert. 9.11.101

Powered by PhiloLogic