Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.12.110 Diog. Laert. 9.12.113 (English) >>Diog. Laert. 9.12.116

9.12.112 τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ποίησις· ἀρχὴ δὲ αὐτῷ ἥδε,

ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί.

Ἐτελεύτησε δʼ ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων μισάνθρωπος.

δʼ οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπʼ αὐτοῦ, Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ Τίμων.

9.12.113

Ἦν δὲ καὶ ὀξὺς νοῆσαι καὶ διαμυκτηρίσαι· φιλογράμματός τε καὶ τοῖς ποιηταῖς μύθους γράψαι ἱκανὸς καὶ δράματα συνδιατιθέναι. μετεδίδου δὲ τῶν τραγῳδιῶν Ἀλεξάνδρῳ καὶ Ὁμήρῳ. θορυβούμενός θʼ ὑπὸ τῶν θεραπαινῶν καὶ κυνῶν ἐποίει μηδέν, σπουδάζων περὶ τὸ ἠρεμάζειν. φασὶ δὲ καὶ Ἄρατον πυθέσθαι αὐτοῦ πῶς τὴν Ὁμήρου ποίησιν ἀσφαλῆ κτήσαιτο, τὸν δὲ εἰπεῖν, εἰ τοῖς ἀρχαίοις ἀντιγράφοις ἐντυγχάνοι καὶ μὴ τοῖς ἤδη διωρθωμένοις. εἰκῆ τε αὐτῷ ἔκειτο τὰ ποιήματα, ἐνίοτε ἡμίβρωτα· 9.12.114 ὥστε καὶ Ζωπύρῳ τῷ ῥήτορι ἀναγινώσκοντά τι ἐπιτυλίττειν καὶ κατὰ τὸ ἐπελθὸν διεξιέναι· ἐλθόντα τʼ ἐφʼ ἡμισείας, οὕτως εὑρεῖν τὸ ἀπόσπασμα τέως ἀγνοοῦντα. τοσοῦτον ἦν ἀδιάφορος. ἀλλὰ καὶ εὔρους · ὡς μηδʼ ἀριστᾶν συγχωρεῖν. φασὶ δʼ αὐτὸν Ἀρκεσίλαον θεασάμενον διὰ τῶν Κερκώπων ἰόντα, εἰπεῖν, τί σὺ δεῦρο, ἔνθαπερ ἡμεῖς οἱ ἐλεύθεροι; συνεχές τε ἐπιλέγειν εἰώθει πρὸς τοὺς τὰς αἰσθήσεις μετʼ ἐπιμαρτυροῦντος τοῦ νοῦ ἐγκρίνοντας,

συνῆλθεν Ἀτταγᾶς τε καὶ Νουμήνιος.

εἰώθει δὲ καὶ παίζειν τοιαῦτα. πρὸς οὖν τὸν θαυμάζοντα πάντα ἔφη, τί δʼ οὐ θαυμάζεις ὅτι τρεῖς ὄντες τέτταρας ἔχομεν ὀφθαλμούς; ἦν δʼ αὐτός τε ἑτερόφθαλμος καὶ Διοσκουρίδης μαθητὴς αὐτοῦ, καὶ πρὸς ὃν ἔλεγεν ὑγιής.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 9.12.110 Diog. Laert. 9.12.113 (English) >>Diog. Laert. 9.12.116

Powered by PhiloLogic