Ἔστι δὲ τὰ σωζόμενα αὐτοῦ βιβλία τάδε·
· · Τέχνη ἐριστικῶν.
Περὶ πάλης.
Περὶ τῶν μαθημάτων.
Περὶ πολιτείας.
Περὶ φιλοτιμίας.
Περὶ ἀρετῶν.
Περὶ τῆς ἐν ἀρχῇ καταστάσεως.
Περὶ τῶν ἐν ᾍδου.
Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ἀνθρώποις πρασσομένων.
Προστακτικός.
Δίκη ὑπὲρ μισθοῦ, Ἀντιλογιῶν αʹ βʹ.
καὶ ταῦτα μὲν αὐτῷ τὰ βιβλία. γέγραφε δὲ καὶ Πλάτων εἰς αὐτὸν διάλογον. Φησὶ δὲ Φιλόχορος, πλέοντος αὐτοῦ ἐς Σικελίαν, τὴν ναῦν καταποντωθῆναι· καὶ τοῦτο αἰνίττεσθαι Εὐριπίδην ἐν τῷ Ἰξίονι. ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτόν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα·
Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον·
καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνέων ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που
Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.
Λέγεται δέ ποτʼ αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, ἀλλʼ οὐδέπω νίκην νενίκηκα, εἰπεῖν, ἀλλʼ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σύ, ὅτι σύ.
Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικὸς φιλόσοφος.