Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 12 Hom. Od. 13 (English English(2)) >>Hom. Od. 14

13.1ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
13.5ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
13.10εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
13.15τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.”

ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
13.20καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.

τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
13.25Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
13.30δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, τε πανῆμαρ
νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
13.35ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
13.40ἤδη γὰρ τετέλεσται μοι φίλος ἤθελε θυμός,
πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
13.45κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.”
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
13.50Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.”

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
13.55ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

χαῖρέ μοι, βασίλεια, διαμπερές, εἰς κε γῆρας
13.60ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.”

ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
13.65ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.

13.70αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
13.75πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
13.80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
13.85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
ὣς ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
13.90ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
13.95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.

Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
13.100ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
13.105ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
13.110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.

ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· μὲν ἔπειτα
ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
13.115σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
13.120ἐκ δὲ κτήματʼ ἄειραν, οἱ Φαίηκες ἀγαυοὶ
ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
13.125αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·

Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
13.130Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
13.135κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.”
τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
13.140 πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
13.145ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.”

τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
13.150ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”

τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
13.155ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”

αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
13.160βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
ἔνθʼ ἔμενʼ· δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
χειρὶ καταπρηνεῖ ἐλάσας· δὲ νόσφι βεβήκει.
13.165οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.”

13.170ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·

πόποι, μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
13.175φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
ὣς ἀγόρευʼ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
13.180πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.”
ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
13.185ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ἑσταότες περὶ βωμόν. δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
13.190Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
13.195ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·

13.200 μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
13.205αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
13.210ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, τέ μʼ ἔφαντο
ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
13.215ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.”
ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
τῶν μὲν ἄρʼ οὔ τι πόθει· δʼ ὀδύρετο πατρίδα γαῖαν
13.220ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
13.225ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
13.230ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
13.235κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;”

τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
νήπιός εἰς, ξεῖνʼ, τηλόθεν εἰλήλουθας,
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
13.240ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
13.245γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.”
13.250ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὐδʼ γʼ ἀληθέα εἶπε, πάλιν δʼ γε λάζετο μῦθον,
13.255αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·

πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
13.260Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
13.265οὕνεκʼ ἄρʼ οὐχ πατρὶ χαριζόμενος θεράπευον
δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
13.270ἀνθρώπων ἐνόησε, λάθον δέ θυμὸν ἀπούρας.
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
13.275 εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
ἀλλʼ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
13.280δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
13.285οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.”
ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
13.290καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
13.295μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
13.300Παλλάδʼ Ἀθηναίην, κούρην Διός, τέ τοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
13.305ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
13.310πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.”

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
13.315ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
13.320ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαιοὐ γὰρ ὀΐω
13.325ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.”
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
13.330αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
13.335σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
13.340ᾔδεʼ, νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
13.345Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
13.350ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.”

ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
13.355αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·

νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
13.360αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.”

τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
13.365αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.”
ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
13.370καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·

13.375διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
13.380πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.”

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
πόποι, μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
13.385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
13.390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.”

τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
13.395αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
13.400ἕσσω κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
13.405ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
13.410πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
13.415ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.”
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;”
13.420τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
13.425 μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.”

ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
13.430κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
13.435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.

τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. μὲν ἔπειτα
13.440ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 12 Hom. Od. 13 (English English(2)) >>Hom. Od. 14

Powered by PhiloLogic